Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.97.5 Hdt. 4.99.2 (English) >>Hdt. 4.100.2

4.98.3 μέχρι δὲ τούτου, ἐπείτε οὕτω μετέδοξε, φυλάσσετε τὴν σχεδίην, πᾶσαν προθυμίην σωτηρίης τε καὶ φυλακῆς παρεχόμενοι. ταῦτα δὲ ποιεῦντες ἐμοὶ μεγάλως χαριεῖσθε.” Δαρεῖος μὲν ταῦτα εἴπας ἐς τὸ πρόσω ἐπείγετο.

ch. 99 4.99.1 τῆς δὲ Σκυθικῆς γῆς Θρηίκη τὸ ἐς θάλασσαν πρόκειται· κόλπου δὲ ἀγομένου τῆς γῆς ταύτης, Σκυθική τε ἐκδέκεται καὶ Ἴστρος ἐκδιδοῖ ἐς αὐτήν, πρὸς εὗρον ἄνεμον τὸ στόμα τετραμμένος. 4.99.2 τὸ δὲ ἀπὸ Ἴστρου ἔρχομαι σημανέων τὸ πρὸς θάλασσαν αὐτῆς τῆς Σκυθικῆς χώρης ἐς μέτρησιν. ἀπὸ Ἴστρου αὕτη ἤδη ἀρχαίη Σκυθίη ἐστί, πρὸς μεσαμβρίην τε καὶ νότον ἄνεμον κειμένη, μέχρι πόλιος Καρκινίτιδος καλεομένης. 4.99.3 τὸ δὲ ἀπὸ ταύτης τὴν μὲν ἐπὶ θάλασσαν τὴν αὐτὴν φέρουσαν, ἐοῦσαν ὀρεινήν τε χώρην καὶ προκειμένην τὸ ἐς Πόντον, νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι χερσονήσου τῆς τρηχέης καλεομένης· αὕτη δὲ ἐς θάλασσαν τὴν πρὸς ἀπηλιώτην ἄνεμον κατήκει. 4.99.4 ἔστι γὰρ τῆς Σκυθικῆς τὰ δύο μέρεα τῶν οὔρων ἐς θάλασσαν φέροντα, τήν τε πρὸς μεσαμβρίην καὶ τὴν πρὸς τὴν ἠῶ, κατά περ τῆς Ἀττικῆς χώρης· καὶ παραπλήσια ταύτῃ καὶ οἱ Ταῦροι νέμονται τῆς Σκυθικῆς, ὡς εἰ τῆς Ἀττικῆς ἄλλο ἔθνος καὶ μὴ Ἀθηναῖοι νεμοίατο τὸν γουνὸν τὸν Σουνιακόν, μᾶλλον ἐς τὸν πόντον τὴν ἄκρην note ἀνέχοντα, τὸν ἀπὸ Θορικοῦ μέχρι Ἀναφλύστου δήμου·



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.97.5 Hdt. 4.99.2 (English) >>Hdt. 4.100.2

Powered by PhiloLogic